Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.359 Joseph. BJ 4.366 (English) >>Joseph. BJ 4.373

4.364τὸ μὲν γὰρ αὐτῶν διενεχθέν τινι πάλαι διέφθαρτο, τὸ δὲ μὴ προσκροῦσαν κατʼ εἰρήνην ἐπικαίρους ἐλάμβανε τὰς αἰτίας· καὶ μὲν μηδʼ ὅλως αὐτοῖς προσιὼν ὡς ὑπερήφανος, προσιὼν δὲ μετὰ παρρησίας ὡς καταφρονῶν, θεραπεύων δʼ ὡς ἐπίβουλος ὑπωπτεύετο. 4.365μία δὲ ἦν τῶν τε μεγίστων καὶ μετριωτάτων ἐγκλημάτων τιμωρία θάνατος·

-- --

καὶ διέφυγεν οὐδείς, εἰ μὴ σφόδρα τις ἦν ταπεινὸς διʼ ἀγένειαν διὰ τύχην. 4.366

Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι πάντες ἡγεμόνες ἕρμαιον ἡγούμενοι τὴν στάσιν τῶν πολεμίων ὥρμηντο πρὸς τὴν πόλιν καὶ τὸν Οὐεσπασιανὸν ἤπειγον ὡς ἂν ὄντα κύριον τῶν ὅλων, φάμενοι πρόνοιαν θεοῦ σύμμαχον σφίσι τῷ τετράφθαι τοὺς ἐχθροὺς κατʼ ἀλλήλων· 4.367εἶναι μέντοι τὴν ῥοπὴν ὀξεῖαν, καὶ ταχέως Ἰουδαίους ὁμονοήσειν ἡμῖν κοπιάσαντας ἐν τοῖς ἐμφυλίοις κακοῖς μετανοήσαντας. 4.368Οὐεσπασιανὸς δὲ πλεῖστον αὐτοὺς ἔφη τοῦ δέοντος ἁμαρτάνειν, ὥσπερ ἐν θεάτρῳ χειρῶν τε καὶ ὅπλων ἐπίδειξιν ποιήσασθαι γλιχομένους οὐκ ἀκίνδυνον, ἀλλὰ μὴ τὸ συμφέρον καὶ τἀσφαλὲς σκοποῦντας. 4.369εἰ μὲν γὰρ εὐθέως ὁρμήσειεν ἐπὶ τὴν πόλιν, αἴτιος ὁμονοίας ἔσεσθαι τοῖς πολεμίοις καὶ τὴν ἰσχὺν αὐτῶν ἀκμάζουσαν ἐφʼ ἑαυτὸν ἐπιστρέψειν· εἰ δὲ περιμείνειεν, ὀλιγωτέροις χρήσεσθαι δαπανηθεῖσιν ἐν τῇ στάσει.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.359 Joseph. BJ 4.366 (English) >>Joseph. BJ 4.373

Powered by PhiloLogic